Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.354 Joseph. AJ 18.358 (English) >>Joseph. AJ 18.363

18.356καὶ περὶ τετάρτην φυλακὴν ἐπιπεσὼν τοὺς μὲν ἔτι κοιμωμένους ἀναιρεῖ τοὺς δὲ εἰς φυγὴν τρέπει, Μιθριδάτην δὲ ζωγρίᾳ λαβὼν ἦγεν ὡς αὐτὸν ἐπὶ ὄνον γυμνὸν ἀναθέμενος, ἥπερ ἀτιμιῶν μεγίστη νομίζεται παρὰ Παρθυαίοις. 18.357καταγαγὼν δὲ εἰς τὴν ὕλην μετὰ τοιοῦδε ὁρίσματος, καὶ κελευόντων τῶν φίλων ἀναιρεῖν τὸν Μιθριδάτην ἀνεδίδασκεν αὐτοὺς σπεύδων αὐτὸς ἐναντία· μὴ γὰρ καλῶς ἔχειν ἀναιρεῖν ἄνδρα γένους τε ὄντα τοῦ πρώτου παρὰ Παρθυαίοις καὶ ἐπιγαμίᾳ τῇ πρὸς τὸν βασιλέα μειζόνως τιμώμενον· 18.358νῦν μὲν γὰρ ἀνεκτὰ εἶναι τὰ πεπραγμένα· καὶ γὰρ εἰ περιύβρισται Μιθριδάτης, ἀλλʼ οὖν σωτηρίᾳ τῆς ψυχῆς εὐεργετούμενον χάριτος μνήσεσθαι τοῖς τὰ τοιάδε παρασχοῦσιν, 18.359παθόντος δέ τι ἀνήκεστον οὐκ ἀτρεμήσειν βασιλέα μὴ οὐ μεγάλην σφαγὴν Ἰουδαίων τῶν ἐν Βαβυλῶνι ποιησάμενον, ὧν φείδεσθαι καλῶς ἔχειν διά τε τὴν συγγένειαν καὶ διὰ τὸ μὴ ἀναστροφὴν εἶναι ἂν αὐτοῖς πταίσματός τινος γενομένου τὸ κατʼ ἐκείνους ἀκμῆς πληθύι χρώμενον. 18.360καὶ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος, 18.361ἀγαπῶν δὲ τὴν σωτηρίαν μετὰ αἰχμαλωσίαν ὑπὸ Ἰουδαίων ἀνδρῶν γενομένην· καὶ νῦν ἐπανάδραμε τὴν ἀρετήν, θεοὺς ἐπόμνυμι τοὺς βασιλείους μὴν παραλυθήσεσθαι


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.354 Joseph. AJ 18.358 (English) >>Joseph. AJ 18.363

Powered by PhiloLogic